Add parallel Print Page Options

19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, [a]Ῥωμαϊστί, Ἑλληνιστί. 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς [b]τῶν Ἰουδαίων εἰμί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NIV ] Ἑλληνιστί Ῥωμαϊστί RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NIV RP